Add parallel Print Page Options

[a]Διῆλθον δὲ τὴν Φρυγίαν [b]καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες [c]δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον [d]εἰς τὴν Βιθυνίαν [e]πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα [f]Ἰησοῦ· παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. καὶ ὅραμα [g]διὰ νυκτὸς [h]τῷ Παύλῳ ὤφθη, ἀνὴρ [i]Μακεδών τις ἦν ἑστὼς [j]καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν [k]εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ [l]θεὸς εὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες [m]οὖν [n]ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ [o]δὲ ἐπιούσῃ εἰς [p]Νέαν Πόλιν, 12 [q]κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν [r]πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν [s]ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς [t]πύλης παρὰ ποταμὸν οὗ [u]ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ [v]τοῦ Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου [w]μένετε· καὶ παρεβιάσατο ἡμᾶς.

16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς [x]τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα [y]πύθωνα [z]ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· 17 αὕτη [aa]κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν [ab]ὑμῖν ὁδὸν σωτηρίας. 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς [ac]δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι [ad]ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. 22 καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:6 Διῆλθον WH Treg NIV ] Διελθόντες RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:6 καὶ WH Treg NIV ] + τὴν RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 δὲ WH Treg NIV ] – RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 εἰς WH Treg NIV ] κατὰ RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 πορευθῆναι WH Treg NIV ] πορεύεσθαι RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:7 Ἰησοῦ WH Treg NIV ] – RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 διὰ WH Treg ] + τῆς NIV RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 τῷ Παύλῳ ὤφθη WH Treg NIV ] ὤφθη τῷ Παύλῳ RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 Μακεδών τις ἦν WH Treg NIV ] τις ἦν Μακεδών RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 καὶ WH Treg NIV ] – RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:10 εἰς WH Treg NIV ] + τὴν RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:10 θεὸς WH Treg NIV ] κύριος RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 οὖν WH Treg RP ] δὲ NIV
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 ἀπὸ WH Treg NIV ] + τῆς RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 δὲ WH Treg NIV ] τε RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 Νέαν Πόλιν WH Treg NIV ] Νεάπολιν RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 ταύτῃ WH Treg NIV ] αὐτῇ RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 πύλης WH Treg NIV ] πόλεως RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:14 τοῦ NIV RP ] – WH Treg
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:15 μένετε WH Treg NIV ] μείνατε RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:16 τὴν WH Treg NIV ] – RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:16 πύθωνα WH Treg NIV ] Πύθωνος RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:16 ὑπαντῆσαι WH Treg NIV ] ἀπαντῆσαι RP
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:17 κατακολουθοῦσα WH Treg NIV ] κατακολουθήσασα RP
  28. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:17 ὑμῖν WH Treg NIV ] ἡμῖν RP
  29. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:18 δὲ WH Treg NIV ] + ὁ RP
  30. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:18 ἐν WH Treg NIV ] + τῷ RP